1 Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων

2 Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ

3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν

4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων Εἴπατε τοῖς κεκλημένοις Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους

5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ

6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν

7 δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν

8 τότε λέγει τοῖς δούλοις αὐτοῦ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι

9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους

Matthew 22:1-9, Hebrew & Greek Study Bible. Public domain.
Matthew 21
Top of Page
Top of Page
Copied