|
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς 20 Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται 22 Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος ‹τούτου› καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται 23 Ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα Matthew 13:18-23, Hebrew & Greek Study Bible. Public domain.
|



