1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ καὶ οἱ δώδεκα σὺν αὐτῷ

2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν Μαρία καλουμένη Μαγδαληνή ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει

3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς

4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς

5 Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό

6 Καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα

7 Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό

8 Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα Ταῦτα λέγων ἐφώνει ἔχων ὦτα ἀκούειν ἀκουέτω

Luke 8:1-8, Hebrew & Greek Study Bible. Public domain.
Luke 7
Top of Page
Top of Page
Copied