Par 

60 Εἶπεν δὲ Πέτρος Ἄνθρωπε οὐκ οἶδα λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ

61 καὶ στραφεὶς Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη Πέτρος τοῦ λόγου τοῦ Κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς

62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς

63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες

64 καὶ περικαλύψαντες αὐτὸν ⧼ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ⧽ ἐπηρώτων λέγοντες Προφήτευσον τίς ἐστιν παίσας σε

65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν

66 Καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν λέγοντες

67 Εἰ σὺ εἶ Χριστός εἰπὸν ἡμῖν Εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε

68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε

69 ἀπὸ τοῦ νῦν δὲ ἔσται Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ

70 Εἶπαν δὲ πάντες Σὺ οὖν εἶ Υἱὸς τοῦ Θεοῦ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι

71 Οἱ δὲ εἶπαν Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ

Luke 22:60-71, Hebrew & Greek Study Bible. Public domain.
Luke 21
Top of Page
Top of Page










Copied