Par ▾

28 Ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν

29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας

30 Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται

31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω

32 μνημονεύετε τῆς γυναικὸς Λώτ

33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ’* ἂν ἀπολέσῃ* ζωογονήσει αὐτήν

34 λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται

35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται

36 {δύο ἔσονται ἐν τῷ ἀγρῷ ὁ εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται}

37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ Κύριε Ὁ δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται

Luke 17:28-37, Hebrew & Greek Study Bible. Public domain.
Luke 16
Top of Page
Top of Page










Copied