Par 

32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου

33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν

34 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω

35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου

36 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν Καὶ τίς ἐστιν Κύριε ἵνα πιστεύσω εἰς αὐτόν

37 Εἶπεν αὐτῷ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν

38 δὲ ἔφη Πιστεύω Κύριε καὶ προσεκύνησεν αὐτῷ

39 Καὶ εἶπεν Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται

40 ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ’ αὐτοῦ ὄντες καὶ εἶπον* αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν

41 Εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν νῦν δὲ λέγετε ὅτι Βλέπομεν ἁμαρτία ὑμῶν μένει

John 9:32-41, Hebrew & Greek Study Bible. Public domain.
John 8
Top of Page
Top of Page










Copied