Par 

41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν ἐστιν μεθερμηνευόμενον Χριστός

42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν ἐμβλέψας αὐτῷ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων υἱὸς Ἰωάννου σὺ κληθήσῃ Κηφᾶς ἑρμηνεύεται Πέτρος

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ Ἰησοῦς Ἀκολούθει μοι

44 ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου

45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ

46 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι Λέγει αὐτῷ Φίλιππος Ἔρχου καὶ ἴδε

47 Εἶδεν ‹ὁ› Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν δόλος οὐκ ἔστιν

48 Λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε

49 Ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββί σὺ εἶ Υἱὸς τοῦ Θεοῦ σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ

50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις μείζω τούτων ὄψῃ

51 καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου

John 1:41-51, Hebrew & Greek Study Bible. Public domain.
Luke 24
Top of Page
Top of Page










Copied