|
6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται 7 Εἰς παιδείαν ὑπομένετε ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ 8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε 9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα οὐ πολὺ [δὲ] μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν 10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ 11 πᾶσα δὲ* παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης Hebrews 12:6-11, Hebrew & Greek Study Bible. Public domain.
|



