Par ▾

1 Σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ

2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι

3 Συνκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ

4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ

5 ἐὰν δὲ καὶ ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ

6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν

7 νόει ὃ λέγω δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν

8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυίδ κατὰ τὸ εὐαγγέλιόν μου

9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται

10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου

11 Πιστὸς ὁ λόγος Εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν

12 εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν* εἰ ἀρνησόμεθα κἀκεῖνος ἀρνήσεται ἡμᾶς

2 Timothy 2:1-12, Hebrew & Greek Study Bible. Public domain.
2 Timothy 1
Top of Page
Top of Page










Copied