Ruth 2
Swete's Septuagint ABP ▾  HEB ▾ 

Ruth Meets Boaz

1Καὶ τῇ Νωεμεὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενίας Ἀβειμέλεχ, καὶ ὄνομα αὐτῷ Βόος. 2καὶ εἶπεν Ῥοὺθ ἡ Μωαβεῖτις πρὸς Νωεμείν Πορευθῶ δὴ εἰς ἀγρόν, καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπεν δὲ αὐτῇ Πορεύου, θυγάτηρ. 3καὶ ἐπορεύθη, καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βόος, τοῦ ἐκ συγγενείας Ἀβειμέλεχ. 4Καὶ ἰδοὺ Βόος ἦλθεν ἐκ Βαιθλέεμ καὶ εἶπεν τοῖς θερίζουσιν Κύριος μεθ᾽ ὑμῶν· καὶ εἶπον αὐτῷ Εὐλογήσαι σε Κύριος. 5καὶ εἶπεν Βόος τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας Τίνος ἡ νεᾶνις αὕτη; 6καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν Ἡ παῖς ἡ Μωαβεῖτίς ἐστιν, ἡ ἀποστραφεῖσα μετὰ Νωεμεὶν ἐξ ἀγροῦ Μωάβ· 7καὶ εἶπεν Συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθεν καὶ ἔστη ἀπὸ πρωίθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.

Boaz Shows Favor to Ruth

8καὶ εἶπεν Βόος πρὸς Ῥούθ Οὐκ ἤκουσας, θυγάτηρ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ· καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν, ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου. 9οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρὸν οὗ ἐὰν θερίζωσιν, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου· καὶ ὅ τι διψήσεις, καὶ πορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἂν ὑδρεύωνται τὰ παιδάρια. 10καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν πρὸς αὐτόν Τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη; 11καὶ ἀπεκρίθη Βόος καὶ εἶπεν αὐτῇ Ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου, καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου, καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης. 12ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου· γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ. 13ἡ δὲ εἶπεν Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με, καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.

14καὶ εἶπεν αὐτῇ Βόος Ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων, καὶ βάψεις τὸν ψωμόν σου τῷ ὄξει. καὶ ἐκάθισεν Ῥοὺθ ἐκ πλαγίων τῶν θεριζόντων· καὶ ἐβούνισεν αὐτῇ Βόος ἄλφιτον, καὶ ἔφαγεν καὶ ἐνεπλήσθη καὶ κατέλιπεν, 15καὶ ἀνέστη τοῦ συλλέγειν. καὶ ἐνετείλατο Βόος τοῖς παιδαρίοις αὐτοῦ λέγων Καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν· 16καὶ βαστάζοντες βαστάξατε αὐτῇ, καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων· καὶ φάγεται καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.

17καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας, καὶ ἐράβδισεν ἃ συνέλεξεν, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν. 18Καὶ ἦρεν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξεν, καὶ ἐξενέγκασα Ῥοὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη. 19καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς Ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. καὶ ἀνήγγειλεν Ῥοὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν, καὶ εἶπεν Τὸ ὄνομα τοῦ ἀνδρὸς μεθ᾽ οὗ ἐποίησα σήμερον Βόος. 20καὶ εἶπεν Νωεμεὶν τῇ νύμφῃ αὐτῆς Εὐλογητός ἐστιν τῷ κυρίῳ, ὅτι οὐκ ἐνκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμείν Ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν. 21καὶ εἶπεν Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς Καί γε ὅτι εἶπεν πρὸς μέ Μετὰ τῶν παιδαρίων μου κολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητὸν ὃς ὑπάρχει μοι. 22καὶ εἶπεν Νωεμεὶν πρὸς Ῥοὺθ τὴν νύμφην αὐτῆς Ἀγαθόν, θυγάτηρ, ὅτι ἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ. 23καὶ προσεκολλήθη Ῥοὺθ τοῖς κορασίοις Βόος συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν. καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ruth 1
Top of Page
Top of Page