Deuteronomy 3
Swete's Septuagint ABP ▾  HEB ▾ 

King Og Defeated

1Καὶ στραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Γὼγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἐδράειμ. 2καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών. 3καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. 4καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ᾽ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ συνκυροῦντα περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν· 5πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. 6ἐξωλεθρεύσαμεν αὐτοὺς ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἑσεβών, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας καὶ τὰ παιδία 7καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.

8καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάρρου Ἀρνὼν καὶ ἕως Ἁερμών· 9οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Ἁερμὼν Σανιώρ, καὶ ὁ Ἀμορραῖος ἐπωνόμασεν αὐτὸ Σανείρ· 10πᾶσαι πόλεις Μεισὼρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα Βασὰν ἕως Ἐλχὰ καὶ Ἐδράειμ, πόλεις βασίλειαι τοῦ Ὢγ ἐν τῇ Βασάν· 11ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ὑπὸ τῶν Ῥαφαείν. ἰδοὺ ἡ κλὶνη αὐτοῦ κλὶνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμών· ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος, ἐν πήχει ἀνδρός.

Division of the Land

12καὶ τὴν γῆν ἐκείνην ἐπρονομεύσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὸ ἥμισυ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ῥουβὴν καὶ τῷ Γάδ. 13καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Γώγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν γῆν Βασὰν ἐκείνην, γῆ Ῥαφαεὶν λογισθήσεται. 14καὶ Ἰαεὶρ υἱὸς Μανασσὴ ἔλαβεν πᾶσαν περίχωρον Ἀρβὸκ ἕως τῶν ὁρίων Γαρτασεὶ καὶ Ὁμαχαθεί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασσεμὰθ Αὑὼθ Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης. 15καὶ τῷ Μαχεὶρ ἔδωκα τὴν Γαλαάδ. 16καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνών, καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν· 17καὶ ἡ Ἀραβὰ καὶ ὁ Ἰορδάνης, ὅριον Μαχανάρεθ καὶ ἕως θαλάσσης Ἀραβά, θαλάσσης ἁλυκῆς, ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν.

18Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός. 19πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν· 20ἕως ἂν καταπαύσῃ Κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν ἔδωκα ὑμῖν. 21καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ Βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφ᾽ ἃς σὺ διαβαίνεις ἐκεῖ· 22οὐ φοβηθήσῃ, ὅτι Κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμεῖ περὶ ὑμῶν.

Moses Forbidden to Cross the Jordan

23Καὶ ἐδεήθην ἐναντίον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων 24Κύριε ὁ θεός, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου; 25διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον. 26καὶ ὑπερεῖδεν Κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέν μου· καὶ εἶπεν Κύριος πρὸς μέ Ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. 27ἀνάβηθι ἐπὶ κορυφῇ Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου· ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. 28καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν ἣν ἑώρακας. 29καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Deuteronomy 2
Top of Page
Top of Page