Par ▾

1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν

2 ὃς μὲν πιστεύει φαγεῖν πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει

3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο

4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει σταθήσεται δέ δυνατεῖ γὰρ ὁ Κύριος στῆσαι αὐτόν

5 Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ’ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω

6 ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ ⧼καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ⧽ ὁ ἐσθίων Κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ Θεῷ καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ Θεῷ

7 Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει

8 ἐάν τε γὰρ ζῶμεν τῷ Κυρίῳ ζῶμεν ἐάν τε ἀποθνήσκωμεν τῷ Κυρίῳ ἀποθνήσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν τοῦ Κυρίου ἐσμέν

Romans 14:1-8, Hebrew & Greek Study Bible. Public domain.
Romans 13
Top of Page
Top of Page










Copied