Par ▾

1 Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν «τῷ Θεῷ» εὐάρεστον τὴν λογικὴν λατρείαν ὑμῶν

2 καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον

3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως

4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν

5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη

6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως

7 εἴτε διακονίαν ἐν τῇ διακονίᾳ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ

8 εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδῇ ὁ ἐλεῶν ἐν ἱλαρότητι

Romans 12:1-8, Hebrew & Greek Study Bible. Public domain.
Romans 11
Top of Page
Top of Page










Copied