|
29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας 30 Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω 32 μνημονεύετε τῆς γυναικὸς Λώτ 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ’* ἂν ἀπολέσῃ* ζωογονήσει αὐτήν 34 λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται 35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται 36 {δύο ἔσονται ἐν τῷ ἀγρῷ ὁ εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται} 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ Κύριε Ὁ δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται Luke 17:29-37, Hebrew & Greek Study Bible. Public domain.
|



