Par ▾

1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία πιστεύετε εἰς τὸν Θεόν καὶ εἰς ἐμὲ πιστεύετε

2 ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν

3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε

4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν

5 Λέγει αὐτῷ Θωμᾶς Κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις πῶς δυνάμεθα* τὴν ὁδὸν ‹εἰδέναι›

6 Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ

7 εἰ ἐγνώκειτέ με καὶ τὸν Πατέρα μου ‹ἂν ᾔδειτε› ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ‹αὐτόν›

8 Λέγει αὐτῷ Φίλιππος Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν

9 Λέγει αὐτῷ ὁ Ἰησοῦς Τοσούτῳ* χρόνῳ* μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα πῶς σὺ λέγεις Δεῖξον ἡμῖν τὸν Πατέρα

10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ

11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε

John 14:1-11, Hebrew & Greek Study Bible. Public domain.
John 13
Top of Page
Top of Page










Copied