1 πρεσβύτερος Ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν

2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα

3 Ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ Θεοῦ Πατρός καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Πατρός ἐν ἀληθείᾳ καὶ ἀγάπῃ

4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός

5 καὶ νῦν ἐρωτῶ σε κυρία οὐχ ὡς ἐντολὴν «γράφων σοι» καινὴν ἀλλὰ ἣν εἴχομεν* ἀπ’ ἀρχῆς ἵνα ἀγαπῶμεν ἀλλήλους

6 καὶ αὕτη ἐστὶν ἀγάπη ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ αὕτη ἐντολή ἐστιν καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς ἵνα ἐν αὐτῇ περιπατῆτε

7 Ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί οὗτός ἐστιν πλάνος καὶ ἀντίχριστος

8 βλέπετε ἑαυτούς ἵνα μὴ ἀπολέσητε εἰργασάμεθα* ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε

2 John 1:1-8, Hebrew & Greek Study Bible. Public domain.
1 John 5
Top of Page
Top of Page
Copied