1 Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν Πατὴρ ἵνα τέκνα Θεοῦ κληθῶμεν καὶ ἐσμέν διὰ τοῦτο κόσμος οὐ γινώσκει ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν

2 Ἀγαπητοί νῦν τέκνα Θεοῦ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν

3 καὶ πᾶς ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν

4 Πᾶς ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ καὶ ἁμαρτία ἐστὶν ἀνομία

5 καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρῃ καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν

6 πᾶς ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει πᾶς ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν

7 Τεκνία μηδεὶς πλανάτω ὑμᾶς ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν καθὼς ἐκεῖνος δίκαιός ἐστιν

8 ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν ὅτι ἀπ’ ἀρχῆς διάβολος ἁμαρτάνει εἰς τοῦτο ἐφανερώθη Υἱὸς τοῦ Θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου

1 John 3:1-8, Hebrew & Greek Study Bible. Public domain.
1 John 2
Top of Page
Top of Page
Copied