Deuteronomy 7
Swete's Septuagint ABP ▾  HEB ▾ 

Casting out the Nations

1Ἐὰν δὲ εἰσαγάγῃ σε Κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Ἀμορραῖον καὶ Γεργεσαῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὑαῖον καὶ Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν, 2καὶ παραδώσει αὐτοὺς Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς, ἀφανισμῷ, ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς, 3οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου· 4ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολεθρεύσει σε τὸ τάχος. 5ἀλλ᾽ οὕτως ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· 6ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ θεῷ σου, καὶ σὲ προείλατο Κύριος ὁ θεός σου, εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς.

7οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλατο Κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη· 8ἀλλὰ παρὰ τὸ ἀγαπᾷν Κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν Κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό ἐξ οἴκου δουλίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου. 9καὶ γνώσεσθε σήμερον ὅτι Κύριος ὁ θεός σου, οὗτος θεός, θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς, 10καὶ ἀποδιδοὺς τοῖς μισοῦσιν κατὰ πρόσωπον ἐξολεθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσιν· κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς. 11καὶ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.

God's Promises

12Καὶ ἔσται ἐὰν ἀκούσητε τὰ δικαιώματα ταῦτα, καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοῖς πατράσιν ὑμῶν· 13καὶ ἀγαπήσει σε Κύριος καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε, καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἐπὶ τῆς γῆς ὡς ὤμοσεν Κύριος τοῖς πατράσιν σου δοῦναί σοι. 14εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα, καὶ ἐν τοῖς κτήνεσίν σου. 15καὶ περιελεῖ Κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηρὰς ἃς ἑώρακας καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σέ, καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντὰς σε. 16καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν ἃ Κύριος ὁ θεός σου δίδωσίν σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτοῖς, καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστίν σοι.

17Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι Πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς; 18οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν Κύριος ὁ θεός σου τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις, 19τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε Κύριος ὁ θεός σου· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. 20καὶ τὰς σφηκίας ἀποστελεῖ Κύριος ὁ θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελιμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ· 21οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ θεός σου ἐν σοί, θεὸς μέγας καὶ κραταιός. 22καὶ καταναλώσει Κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια. 23καὶ παραδώσει αὐτοὺς Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ ἀπολεῖς αὐτοὺς ἀπωλίᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς· 24καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνων· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς. 25τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν καύσετε ἐν πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον καὶ χρυσίον ἀπ᾽ αὐτῶν· οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι᾽ αὐτό, ὃτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν· 26καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστιν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Deuteronomy 6
Top of Page
Top of Page