Deuteronomy 6
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Greatest Commandment

1Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν, 2ἵνα φοβῆσθε Κύριον τὸν θεὸν ὑμῶν· φυλάσσεσθε πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε. 3καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξαι ποιεῖν, ὅπως εὖ σοι ᾖ, καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησεν Κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι.

4Καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου Ἄκουε, Ἰσραήλ· Κύριος ὁ θεὸς ἡμῶν Κύριος εἷς ἐστιν· 5καὶ ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου. 6καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου· 7καὶ προβιβάσεις τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος· 8καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· 9καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν.

10Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσεν Κύριος τοῖς πατράσιν σου, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναί σοι πόλεις μεγάλας καὶ καλὰς ἃς οὐκ ᾠκοδόμησας, 11οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους οὓς οὐκ ἐλατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς 12πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας. 13Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. 14οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, 15ὅτι θεὸς ζηλωτὴς Κύριος ὁ θεός σου ἐν σοί· μὴ ὀργισθεὶς θυμωθῇ Κύριος ὁ θεός σού σοι· ἐξολεθρεύσει σε ἀπὸ προσώπου τῆς γῆς.

16Οὐκ ἐκπειράσεις Κύριον τὸν θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ. 17φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι· 18καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, ἵνα εὖ σοι γένηται, καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤμοσεν Κύριος τοῖς πατράσιν ὑμῶν· 19ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησεν Κύριος.

Teach Your Children

20Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων Τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν; 21καὶ ἐρεῖς τῷ υἱῷ σου Οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ· 22καὶ ἔδωκεν Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν, 23καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δοῦναι ἡμῖν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν· 24καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα, φοβεῖσθαι Κύριον τὸν θεὸν ἡμῶν, ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον· 25καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Deuteronomy 5
Top of Page
Top of Page