The Majesty of God 1Καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ. 2καὶ εἶπεν Κύριος ἐκ Σεινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν· καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾽ αὐτοῦ. 3καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ, 4νόμον ὃν ἐνετείλατο ὑμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ. 5καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ. The Blessings of the Twelve Tribes 6Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. 7Καὶ αὕτη Ἰούδα· Εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ. 8Καὶ τῷ Λευεὶ εἶπεν Δότε Λευεὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος Ἀντιλογίας. 9λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. 10δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. 11εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κὰταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. 12Καὶ τῷ Βενιαμεὶν εἶπεν Ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ θεὸς σκιάζει ἐπ᾽ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν. 13Καὶ τῷ Ἰωσὴφ εἶπεν Ἐπ᾽ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, 14καὶ καθ᾽ ὥραν γενημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, 15ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων, 16καὶ καθ᾽ ὥραν γῆς πληρώσεως· καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς Δοξασθεὶς ἐπ᾽ ἀδελφοῖς. 17πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ᾽ ἄκρου γῆς. αὗται μυριάδες Ἐφράιμ, καὶ αὗται χιλιάδες Μανασσή. 18Καὶ τῷ Ζαβουλὼν εἶπεν Εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου, καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ. 19ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ, καὶ θύσετε θυσίαν δικαιοσύνης· ὅτι πλοῦτος θαλάσσης θηλάσει σε, καὶ ἐμπόρια παράλιον κατοικούντων. 20Καὶ τῷ Γὰδ εἶπεν Εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἀνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα. 21καὶ ἴδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων, συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ. 22Καὶ τῷ Δὰν εἶπεν Δὰν σκύμνος λέοντος, καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν. 23Καὶ τῷ Νεφθαλεὶμ εἶπεν Νεφθαλεὶμ πλησμονὴ δεκτῶν, καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ Κυρίου· θάλασσαν καὶ λίβα κληρονομήσει. 24Καὶ τῷ Ἀσὴρ εἶπεν Εὐλογητὸς ἀπὸ τέκνων Ἀσὴρ, καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ· 25σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου. The Excellence of Israel 26οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου, καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος. 27καὶ σκεπάσει σε θεοῦ ἀρχή, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων· ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρόν, λέγων Ἀπόλοιο. 28καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθώς, μόνος ἐπὶ γῆς Ἰακώβ· ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. 29μακάριος σύ, Ἰσραήλ· τίς ὅμοιός σοι, λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |