1 Samuel 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

Elkanah and his Wives

1ἌΝΘΡΩΠΟΣ ἦν ἐξ Ἁρμαθάιμ Σειφὰ ἐξ ὄρους Ἐφράιμ, καὶ ὄνομα αὐτῷ Ἐλκανά, υἱὸς Ἰερεμεὴλ υἱοῦ Ἠλείου υἱοῦ Θόκε ἐν Νασεὶβ Ἐφράιμ. 2καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Ἅννα, καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ Ἅννᾳ οὐκ ἦν παιδίον.

3καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἁρμαθάιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ Ἠλεὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὁφνεὶ καὶ Φεινεὲς ἱερεῖς τοῦ κυρίου. 4Καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν Ἐλκανά, καὶ ἔδωκεν τῇ Φεννάνᾳ γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας· 5καὶ τῇ Ἅννᾳ ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἅνναν ἠγάπα Ἐλκανὰ ὑπὲρ ταύτην. καὶ Κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς, 6ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον, κατὰ τὴν θλίψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς· καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς, τοῦ μὴ δοῦναι αὐτῇ παιδίον. 7οὕτως ἐποίει ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου, καὶ ἠθύμει καὶ ἔκλαιεν, καὶ οὐκ ἤσθιεν. 8καὶ εἶπεν αὐτῇ Ἐλκανὰ ὁ ἀνὴρ αὐτῆς Ἅννα· καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ, κύριε· καὶ εἶπεν αὐτῇ Τί ἔστιν σοι ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;

Hannah Prays for a Son

9Καὶ ἀνέστη μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλώ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. 10καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς Κύριον λέγουσα καὶ ἔκλαυσεν· 11καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα Ἀδωναὶ Κύριε Ἐλωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ· καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

12καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς. 13καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἠλεὶ εἰς μεθύουσαν· 14καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἠλεί Ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου Κυρίου. 15καὶ ἀπεκρίθη Ἅννα καὶ εἶπεν Οὐχί, κύριε· γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· 16μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. 17καὶ ἀπεκρίθη Ἠλεὶ καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς Ἰσραὴλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ᾽ αὐτοῦ. 18καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς, καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.

The Birth of Samuel

19Καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν Ἐλκανὰ εἰς τὸν οἶκον αὐτοῦ Ἁρμαθάιμ, καὶ ἔγνω τὴν Ἅνναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς Κύριος. 20καὶ συνέλαβεν, καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν Ὅτι παρὰ Κυρίου θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.

21καὶ ἀνέβη ὁ ἄνθρωπος Ἐλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐνΣηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ· 22καὶ Ἅννα οὐκ ἀνέβη μετ᾽ αὐτοῦ, ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς Ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος. 23καὶ εἶπεν αὐτῇ Ἐλκανὰ ὁ ἀνὴρ αὐτῆς Ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἄν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἄν ἀπογαλακτίσῃ αὐτόν. 24Καὶ ἀνέβη μετ᾽ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου. καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ᾽ αὐτῶν· καὶ προσήγαγον ἐνώπιον Κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἥν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ. καὶ προσήγαγεν τὸ παιδάριον, 25καὶ ἔσφαξεν τὸν μόσχον· καὶ προσήγαγεν Ἅννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ἠλεὶ 26καὶ εἶπεν Ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον. 27ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκεν Κύριος τὸ αἴτημά μου ὅ ᾐτησάμην παρ᾽ αὐτοῦ· 28κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτός, χρῆσιν τῷ κυρίῳ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ruth 4
Top of Page
Top of Page