1 Λέγω οὖν μὴ ἀπώσατο Θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ἐκ σπέρματος Ἀβραάμ φυλῆς Βενιαμίν

2 οὐκ ἀπώσατο Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει γραφή ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ

3 Κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου

4 Ἀλλὰ τί λέγει αὐτῷ χρηματισμός Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ

5 Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα* κατ’ ἐκλογὴν χάριτος γέγονεν

6 εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ χάρις οὐκέτι γίνεται χάρις ⧼Εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον⧽

7 Τί οὖν ἐπιζητεῖ Ἰσραήλ τοῦτο οὐκ ἐπέτυχεν δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν

8 καθὼς* γέγραπται Ἔδωκεν αὐτοῖς Θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας

Romans 11:1-8, Hebrew & Greek Study Bible. Public domain.
Romans 10
Top of Page
Top of Page
Copied