1 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν

2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς

3 Καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες* μετ’ αὐτοῦ

4 ἀποκριθεὶς δὲ Πέτρος εἶπεν τῷ Ἰησοῦ Κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι εἰ θέλεις ποιήσω ὧδε τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν

5 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν Υἱός μου ἀγαπητός ἐν εὐδόκησα ἀκούετε αὐτοῦ

6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα

7 Καὶ προσῆλθεν Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν Ἐγέρθητε καὶ μὴ φοβεῖσθε

Matthew 17:1-7, Hebrew & Greek Study Bible. Public domain.
Matthew 16
Top of Page
Top of Page
Copied