Par 

18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι καὶ ἐπηρώτων αὐτὸν λέγοντες

19 Διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

20 ἑπτὰ ἀδελφοὶ ἦσαν καὶ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα

21 καὶ δεύτερος ἔλαβεν αὐτήν καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα καὶ τρίτος ὡσαύτως

22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα ἔσχατον πάντων καὶ γυνὴ ἀπέθανεν

23 ἐν τῇ ἀναστάσει ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα

24 Ἔφη αὐτοῖς Ἰησοῦς Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ

25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν οὔτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς

26 Περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ Βάτου πῶς εἶπεν αὐτῷ Θεὸς λέγων Ἐγὼ Θεὸς Ἀβραὰμ καὶ ‹ὁ› Θεὸς Ἰσαὰκ καὶ ‹ὁ› Θεὸς Ἰακώβ

27 οὐκ ἔστιν Θεὸς νεκρῶν ἀλλὰ ζώντων πολὺ πλανᾶσθε

Mark 12:18-27, Hebrew & Greek Study Bible. Public domain.
Mark 11
Top of Page
Top of Page










Copied