Par 

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν

22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς

23 Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν

24 λέγων Τί ἡμῖν καὶ σοί Ἰησοῦ Ναζαρηνέ ἦλθες ἀπολέσαι ἡμᾶς οἶδά σε τίς εἶ Ἅγιος τοῦ Θεοῦ

25 Καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς ‹λέγων› Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ

26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ

27 Καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε ‹συζητεῖν πρὸς ἑαυτοὺς› λέγοντας Τί ἐστιν τοῦτο διδαχὴ καινή κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει καὶ ὑπακούουσιν αὐτῷ

28 καὶ ἐξῆλθεν ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας

Mark 1:21-28, Hebrew & Greek Study Bible. Public domain.
Matthew 28
Top of Page
Top of Page










Copied