Par 

20 Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν

21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με

22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχοσαν νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν

23 ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ

24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς οὐδεὶς ἄλλος ἐποίησεν ἁμαρτίαν οὐκ εἴχοσαν νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν Πατέρα μου

25 ἀλλ’ ἵνα πληρωθῇ λόγος ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν

26 Ὅταν ἔλθῃ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός τὸ Πνεῦμα τῆς ἀληθείας παρὰ τοῦ Πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ

27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε

John 15:20-27, Hebrew & Greek Study Bible. Public domain.
John 14
Top of Page
Top of Page










Copied