Par 

18 Προσεύχεσθε περὶ ἡμῶν πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι

19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν

20 δὲ Θεὸς τῆς εἰρήνης ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τὸν Κύριον ἡμῶν Ἰησοῦν

21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

22 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν

23 Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς

24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας

25 χάρις μετὰ πάντων ὑμῶν ⧼Ἀμήν⧽

Hebrews 13:18-25, Hebrew & Greek Study Bible. Public domain.
Hebrews 12
Top of Page
Top of Page










Copied