1 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά

2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ Χριστὸς ἠγάπησεν ἡμᾶς* καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας

3 Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν καθὼς πρέπει ἁγίοις

4 καὶ αἰσχρότης καὶ μωρολογία εὐτραπελία οὐκ ἀνῆκεν ἀλλὰ μᾶλλον εὐχαριστία

5 τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἀκάθαρτος πλεονέκτης ἐστιν εἰδωλολάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ

6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις διὰ ταῦτα γὰρ ἔρχεται ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας

7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν

8 Ἦτε γάρ ποτε σκότος νῦν δὲ φῶς ἐν Κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε

9 γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ

Ephesians 5:1-9, Hebrew & Greek Study Bible. Public domain.
Ephesians 4
Top of Page
Top of Page
Copied