2 Chronicles 25
Berean Greek Bible Par ▾ 

Amaziah Reigns in Judah
(2 Kings 14:1–7)

1Ὢν πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Ἀμασείας, καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωναὰ ἀπὸ Ἰερουσαλήμ. 2καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλ᾽ οὐκ ἐν καρδίᾳ πλήρει. 3καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ. 4καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν, κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ᾽ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.a

Amaziah’s Victories

5Καὶ συνήγαγεν Ἀμασείας τὸν οἶκον Ἰούδα, καὶ ἀνέστησεν αὐτοὺς κατ᾽ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους παντὶ Ἰούδᾳ καὶ Ἰερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας, δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον, κρατοῦντας δόρυ καὶ θυρεόν. 6καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας, δυνατοὺς ἰσχύι, ἑκατὸν ταλάντων ἀργυρίου. 7καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραήλ, ὅτι οὐκ ἔστιν Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν υἱῶν Ἐφράιμ. 8ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶν παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι. 9καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ θεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων. 10καὶ διεχώρισεν Ἀμασείας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφράιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν· καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν, καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ.

11καὶ Ἀμασείας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν, καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας. 12καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα, καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ, καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο. 13καὶ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Ἀμασείας τοῦ μὴ εὑρεθῆναι μετ᾽ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰούδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρών, καὶ ἐπάταξεν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσεν σκῦλα πολλά.

Amaziah Rebuked for Idolatry

14Καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασείαν πατάξαντος τὴν Ἰδουμαίαν, καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεὺς υἱῶν Σηείρ, καὶ ἔστησεν αὐτοὺς αὑτῷ εἰς θεούς, καὶ ἔστησεν ἐναντίον αὐτῶν προσκυνεῖν, καὶ αὐτὸς αὐτοῖς ἔθυεν. 15καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ Ἀμασείαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου; 16καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ, καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης, καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.

Jehoash Defeats Amaziah
(2 Kings 14:8–14)

17Καὶ ἐβουλεύσατο Ἀμασείας. 18καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμασείαν βασιλέα Ἰούδα λέγων Ὁ χοζεὶ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα, καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν ἁχούχ. 19εἶπας Ἰδοὺ ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα· νῦν κάθησο ἐν οἴκῳ σου, καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ, καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;

20καὶ οὐκ ἤκουσεν Ἀμασείας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ἰδουμαίων. 21καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασείας βασιλεὺς Ἰούδα ἐν Βαιθσάμυς ἥ ἐστιν τοῦ Ἰούδα. 22καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα. 23καὶ τὸν Ἀμασείαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς, καὶ εἰσήγαγεν αὐτοὺς εἰς Ἰερουσαλήμ, καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἰερουσαλὴμ ἀπὸ πύλης Ἐφράιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις. 24καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ παρὰ τῷ Ἰαβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.

The Death of Amaziah
(2 Kings 14:17–20)

25Καὶ ἔζησεν Ἀμασείας ὁ τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωὰς βασιλέα Ἰσραὴλ ἔτη δέκα πέντε. 26καὶ οἱ λοιποὶ λόγοι Ἀμασείου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου Ἰούδα καὶ Ἰσραήλ; 27καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Ἀμασείας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἰερουσαλὴμ εἰς Λαχείς· καὶ ἀπέστειλεν κατόπισθεν αὐτοῦ εἰς Λαχείς, καὶ ἐθανάτωσεν αὐτὸν ἐκεῖ. 28καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ.b


Footnotes:

4 a Deuteronomy 24:16
28 b See 2 Kings 14:20.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Chronicles 24
Top of Page
Top of Page