2 Kings 14
Berean Greek Bible Par ▾ 

Amaziah Reigns in Judah
(2 Chronicles 25:1–4)

1Ἐν ἔτει δευτέρῳ τῷ Ἰωὰς υἱῷ Ἰωαχὰς βασιλεῖ Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα. 2υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδεὶμ ἐξ Ἰερουσαλήμ. 3καὶ ἐποίησεν τὸ εὐθὲς ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησεν. 4πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίασεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 5καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ. 6καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾽ ἢ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται.a

7αὐτὸς ἐπάταξεν τὴν Ἐδὼμ ἐν Ῥεμέλε δέκα χιλιάδας, καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης.

Jehoash Defeats Amaziah
(2 Chronicles 25:17–24)

8Τότε ἀπέστειλεν Ἀμεσσείας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωαχὰς υἱοῦ Εἰοὺ βασιλέως Ἰσραὴλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις. 9καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσείαν βασιλέα Ἰούδα λέγων Ὁ ἀκὰν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ἀκάνα. 10τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῆρέν σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου. καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ.

11καὶ οὐκ ἤκουσεν Ἀμεσσείας· καὶ ἀνέβη ὁ βασιλεὺς Ἰσραήλ, καὶ ὤφθη προσώποις αὐτὸς καὶ Ἀμεσσείας βασιλεὺς Ἰούδα, ἐν Βαιθσάμυς γῇ τοῦ Ἰούδα· 12καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. 13καὶ τὸν Ἀμεσσείαν υἱὸν Ἰωὰς υἱοῦ Ἰωαχὰς συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς· καὶ ἦλθεν εἰς Ἰερουσαλήμ, καὶ καθεῖλεν ἐν τῷ τείχει Ἰερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφράιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις. 14καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.

Jeroboam II Succeeds Jehoash in Israel

15καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 16καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

The Death of Amaziah
(2 Chronicles 25:25–28)

17Καὶ ἔζησεν Ἀμεσσείας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωαχὰς βασιλέα Ἰσραὴλ πέντε καὶ δέκα ἔτη. 18καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσείου καὶ πάντα ἃ ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 19καὶ συνεστράφησαν ἐπ᾽ αὐτὸν σύστρεμμα ἐν Ἰερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχείς· καὶ ἀπέστειλεν ὀπίσω αὐτοῦ εἰς Λαχείς, καὶ ἐθανάτωσεν αὐτὸν ἐκεῖ. 20καὶ ἦραν αὐτὸν ἐφ᾽ ἵππων, καὶ ἐτάφη ἐν Ἰερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ.

Azariah Succeeds Amaziah in Judah
(2 Chronicles 26:1–2)

21καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσεν αὐτὸς ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσείου.b 22αὐτὸς ᾠκοδόμησεν τὴν Αἰλώμ, καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.c

Jeroboam II Reigns in Israel

23Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσείου υἱῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσεράκοντα καὶ ἓν ἔτος. 24καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. 25αὐτὸς ἀπέστησεν τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἱμὰθ ἕως τῆς θαλάσσης τῆς Ἀραβά, κατὰ τὸ ῥῆμα Κυρίου θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθεὶ τοῦ προφήτου τοῦ ἐκ Γεθχόβερ. 26ὅτι εἶδεν Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλίγους τοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. 27καὶ οὐκ ἐλάλησεν Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς Ἰεροβοὰμ υἱοῦ Ἰωάς.

28καὶ τὰ λοιπὰ τῶν λόγων Ἰεροβοὰμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Ἑμμὰθ τῷ Ἰούδᾳ ἐν Ἰσραήλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 29καὶ ἐκοιμήθη Ἰεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσείου ἀντὶ τοῦ πατρὸς αὐτοῦ.


Footnotes:

6 a Deuteronomy 24:16
21 b See 2 Chronicles 26:1.
22 c See 1 Kings 9:26.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Kings 13
Top of Page
Top of Page