2 Kings 15
Berean Greek Bible Par ▾ 

Azariah Reigns in Judah
(2 Chronicles 26:3–23)

1Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσείου βασιλέως Ἰούδα.a 2υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλειὰ ἐξ Ἰερουσαλήμ. 3καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ἀμεσσείας ὁ πατὴρ αὐτοῦ. 4πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 5καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἁφφουσώθ· καὶ Ἰωναθὰν υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ, κρίνων τὸν λαὸν τῆς γῆς.b 6καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 7καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.c

Zechariah Reigns in Israel

8Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ζαχαρίας υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον. 9καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. 10καὶ συνεστράφησαν ἐπ᾽ αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβείς, καὶ ἐπάταξαν αὐτὸν Κεβλαὰμ καὶ ἐθανάτωσαν αὐτόν· καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. 11καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. 12ὁ λόγος Κυρίου ὃν ἐλάλησεν πρὸς Εἰοὺ λέγων Υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως.

Shallum Reigns in Israel

13Καὶ Σελλοὺμ υἱὸς Ἰαβεὶς ἐβασίλευσεν· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Σελλοὺμ ἡμέρας ἐν Σαμαρείᾳ. 14καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδεὶ ἐκ Θαρσειλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξεν τὸν Σελλοὺμ υἱὸν Ἰαβεὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν. 15καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ ᾗ συνεστράφη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. 16τότε ἐπάταξεν Μαναὴμ καὶ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτήν, καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.

Menahem Reigns in Israel

17Ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Μαναὴμ υἱὸς Γαδδεὶ ἐπὶ Ἰσραὴλ δέκα ἔτη ἐν Σαμαρείᾳ. 18καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ.

19ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φουὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκεν τῷ Φουὰ χίλια τάλαντα ἀργυρίου, εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾽ αὐτοῦ. 20καὶ ἐξήνεγκεν Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύι, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψεν βασιλεὺς Ἀσσυρίων, καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. 21καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 22καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Pekahiah Reigns in Israel

23Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. 24καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. 25καὶ συνεστράφη ἐπ᾽ αὐτὸν Φάκεε υἱὸς Ῥομελίου ὁ τριστάτης αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργὸβ καὶ μετ᾽ αὐτοῦ Ἀρειά· καὶ μετ᾽ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. 26καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Pekah Reigns in Israel

27Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Φάκεε υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη. 28καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ.

29ἐν ταῖς ἡμέραις Φάκεε βασιλέως Ἰσραὴλ ἦλθεν Ἀλγαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων καὶ ἔλαβεν τὴν Ἀὶν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνίωχ καὶ τὴν Κένεζ καὶ τὴν Ἁσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλειλαίαν, πᾶσαν γῆν Νεφθαλεί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους. 30καὶ συνέστρεψεν στρέμμα Ὡσῆε υἱὸς Ἠλὰ ἐπὶ Φάκεε υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωαθὰμ υἱῷ Ἀχάς. 31καὶ τὰ λοιπὰ τῶν λόγων Φάκεε καὶ πάντα ὅσα ἐποίησεν, ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Jotham Reigns in Judah
(2 Chronicles 27:1–9)

32Ἐν ἔτει δευτέρῳ Φάκεε υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. 33υἱὸς εἴκοσι καὶ πέντε ἦν ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἐροὺς θυγάτηρ Σαδώκ.d 34καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ὀζείας ὁ πατὴρ αὐτοῦ. 35πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω. 36καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαθὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 37ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν τὸν Ῥαασσὼν βασιλέα Συρίας καὶ τὸν Φάκεε υἱὸν Ῥομελίου. 38καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.


Footnotes:

1 a See 2 Chronicles 26:1.
5 b See Leviticus 13.
7 c See 2 Chronicles 26:23.
33 d See 2 Chronicles 27:1.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Kings 14
Top of Page
Top of Page