2 Kings 16
Berean Greek Bible Par ▾ 

Ahaz Reigns in Judah
(2 Chronicles 28:1–4)

1Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φάκεε υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἀχὰζ υἱὸς Ἰωαθὰμ βασιλέως Ἰούδα. 2υἱὸς εἴκοσι ἐτῶν ἦν Ἀχὰς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου θεοῦ πιστῶς ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. 3καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν πυρὶ καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 4καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

5Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φάκεε υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἰερουσαλὴμ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Ἀχάζ, καὶ οὐκ ἐδύναντο πολεμεῖν. 6ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλεν τοὺς Ἰουδαίους ἐξ Αἰλάθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.a

7καὶ ἀπέστειλεν Ἀχὰζ ἀγγέλους πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων λέγων Δοῦλός σου καὶ υἱός σου ἐγώ. ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ. 8καὶ ἔλαβεν Ἀχὰζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα. 9καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκόν, καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτήν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν.

The Idolatry of Ahaz
(2 Chronicles 28:16–27)

10Καὶ ἐπορεύθη βασιλεὺς Ἀχὰζ εἰς ἀπαντὴν αὐτοῦ τῷ Θαλγαλφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδεν τὸ θυσιαστήριον ἐν Δαμασκῷ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἀχὰζ πρὸς Οὐρείαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ. 11καὶ ᾠκοδόμησεν Οὐρείας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἀχὰζ ἐκ Δαμασκοῦ. 12καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον, καὶ ἀνέβη ἐπ᾽ αὐτό, 13καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον 14τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου καὶ προσήγαγεν τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου Κυρίου, καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν. 15καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀχὰζ τῷ Οὐρείᾳ τῷ ἱερεῖ λέγων Ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ᾽ αὐτὸ προσχεεῖς· ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί. 16καὶ ἐποίησεν Οὐρείας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἀχάς.

17καὶ συνέκοψεν ὁ βασιλεὺς τὰ συνκλείσματα τῶν μεχωνὼθ καὶ μετῆρεν ἀπ᾽ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. 18καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων.

19Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχὰζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα. 20καὶ ἐκοιμήθη Ἀχὰζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἑζεκίας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.


Footnotes:

6 a See 1 Kings 9:26.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Kings 15
Top of Page
Top of Page