The LORD’s Response to Solomon 1Καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμὼν ὅσα ἠθέλησεν ποιῆσαι, 2καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον καθὼς ὤφθη ἐν Γαβαώθ, 3καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. 4καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθη Δαυεὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς· 5καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα καθὼς ἐλάλησα τῷ Δαυεὶδ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ. 6ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾽ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκεν Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς· 7καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορίψω ἐκ προσώπου μου, καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς. 8καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾽ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν Ἕνεκα τίνος ἐποίησεν Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;a 9καὶ ἐροῦσιν Ἀνθ᾽ ὧν ἐνκατέλιπον Κύριον θεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ᾽ αὐτοὺς τὴν κακίαν ταύτην. Τότε ἀνήγαγεν Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυεὶδ εἰς οἶκον αὐτοῦ ὃν ᾠκοδόμησεν αὐτῷ ἐν ταῖς ἡμέραις ἐκείναις. Solomon’s Additional Achievements 10Εἴκοσι ἔτη ἐν οἷς οἰκοδόμησεν Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, 11Χειρὰμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χειρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλειλαίᾳ. 12καὶ ἐξῆλθεν Χειρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλειλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῷ Σαλωμών· καὶ οὐκ ἤρεσεν αὐτῷ. 13καὶ εἶπεν Τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτάς Ὅριον ἕως τῆς ἡμέρας ταύτης. 14καὶ ἤνεγκεν Χειρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου. 26Καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν Σαλωμὼν ὁ βασιλεὺς ἐν Ἐμαεσειὼν Γάβερ, τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ·
27καὶ ἀπέστειλεν Χειρὰμ ἐν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών.
28καὶ ἦλθον εἰς Σωφηρά, καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών. Footnotes: 8 a See also 2 Chronicles 7:21. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |