The Lord has Chosen Israel 1νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην, 2οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην. 3ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, 4καὶ ἀνατελοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. 5οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι· ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ βοήσεται. Only One is God 6Οὕτως λέγει ὁ βασιλεὺς Ἰσραὴλ καὶ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. 7τίς ὥσπερ ἐγώ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι ἀφ᾽ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. 8μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπ᾽ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε· εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ; καὶ οὐκ ἤκουσαν τότε. The Folly of Idolatry 9οἱ πλάσσοντες καὶ οἱ γλύφοντες, πάντες μάταια, ποιοῦντες τὰ καταθύμια αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται. 10οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες, πάντες ἀνωφελῆ, 11καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα. 12ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔστησεν αὐτό, καὶ εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. 13ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. 14ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσεν ὁ κύριος, καὶ ὑετὸς ἐμήκυνεν, 15ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ᾽ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾽ αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτούς. 16οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ἔπεψεν ἐν τοῖς ἄνθραξιν ἄρτους, καὶ ἐπ᾽ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· 17τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτόν, καὶ προσκυνεῖ καὶ προσεύχεται πρὸς αὐτὸ λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ. 18οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. 19καὶ οὐκ ἐλογίσατο τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέα ἔφαγεν, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ. 20γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Jerusalem to Be Restored 21Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου. 22ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαὶ σε. 23εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται. 24Οὕτως λέγει Κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. 25τίς ἕτερος διασκεδάσει σημεῖα ἐνγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων, 26καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰδουμαίας Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. ⸆ LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |