Genesis 10
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Japhethites

1Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ· καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

2Υἱοὶ Ἰάφεθ· Γάμερ καὶ Μαγὼγ καὶ Μαδαὶ καὶ Ἰωυὰν καὶ Ἐλισὰ καὶ Θοβὲλ καὶ Μόσοχ καὶ Θειράς. 3καὶ υἱοὶ Γάμερ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θεργαμά. 4καὶ υἱοὶ Ἰωυάν· Ἐλισὰ καὶ Θαρσίς, Κήτιοι, Ῥόδιοι. 5ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

The Hamites

6Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσράιν, Φοὺδ καὶ Χανάαν. 7υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὑιλὰ καὶ Σαβαθὰ καὶ Ῥεγχμὰ καὶ Σαβακαθά. υἱοὶ δὲ Ῥεγχμά· Σαβὰ καὶ Δαδάν. 8Χοὺς δὲ ἐγέννησεν τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. 9οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ θεοῦ· διὰ τοῦτο ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. 10καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὄρεχ καὶ Ἀρχὰδ καὶ Χαλαννὴ ἐν τῇ γῇ Σενναάρ. 11ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ· καὶ ᾠκοδόμησεν τὴν Νινευὴ καὶ την Ῥοωβὼς πόλιν καὶ Χάλαχ, 12καὶ τὴν Δάσεμ, ἀνὰ μέσον Νινευὴ καὶ ἀνὰ μέσον Χάλαχ· αὕτη ἡ πόλις ἡ μεγάλη. ⸆ 13καὶ Μεσράιν ἐγέννησεν τοὺς Λουδιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Αἰνεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ 14καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασμωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς Χαφθοριείμ.

15Χανάαν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον, καὶ τὸν Χετταῖον 16καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον 17καὶ τὸν Εὑαῖον καὶ τὸν Ἀρουκαῖον καὶ τὸν Ἁσενναῖον 18καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἁμαθί. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων. 19καὶ ἐγένοντο τὰ ὅρια Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γέραρα καὶ Γάζαν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωὶμ ἕως Δασά. 20οὗτοι υἱοὶ Χὰμ ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

The Semites

21Καὶ τῷ Σὴμ ἐγενήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν Ἔβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος. 22υἱοὶ Σήμ· Αἰλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀράμ. 23καὶ υἱοὶ Ἀράμ· Ὢς καὶ Οὓλ καὶ Γάθερ καὶ Μόσοχ. 24καὶ Ἀρφαξὰδ ἐγέννησεν τὸν Καινάμ, καὶ Καινὰμ ἐγέννησεν τὸν Σάλα, Σάλα δὲ ἐγέννησεν τὸν Ἔβερ. 25καί τῷ Ἔβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φάλεκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν. 26Ἰεκτάν δὲ ἐγέννησεν τὸν Ἐλμωδὰδ καὶ τὸν Σάλεφ καὶ τὸν Ἁσαρμὼθ καὶ Ἰάραδ 27καὶ Ὁδορρὰ καὶ Αἰζὴλ καὶ Δεκλὰ 28καὶ Ἀβιμεὴλ καὶ Σαβεῦ 29καὶ Οὐφεὶρ καὶ Εὑειλὰ καὶ Ἰωβάβ. πάντες οὗτοι υἱοὶ Ἰεκτάν. 30καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσηὲ ἕως ἐλθεῖν εἰς Σωφήρα, ὄρος ἀνατολῶν. 31οὗτοι οἱ υἱοὶ Σὴμ ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

32Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ τὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 9
Top of Page
Top of Page