2 Samuel 23
Swete's Septuagint ABP ▾  HEB ▾ 

David's Last Song

1Καὶ οὗτοι οἱ λόγοι Δαυεὶδ οἱ ἔσχατοι Πιστὸς Δαυεὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησεν Κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ.

2πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου.

3λέγει ὁ θεὸς Ἰσραήλ· ἐμοὶ ἐλάλησεν φύλαξ ἐξ Ἰσραήλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον χριστοῦ;

4καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ Κύριος παρῆλθεν ἐκ φέγγους· καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.

5οὐ γὰρ οὗτος ὁ οἶκός μου μετὰ Ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα· ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος.

6ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ λημφθήσονται·

7καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς· καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει, καὶ θήσονται αἰσχύνην αὐτῶν.

David's Mighty Men

8Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυείδ· Ἰεβόσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν· Ἀδεινὼν ὁ Ἀσωναῖος, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰς ἅπαξ. 9καὶ μετ᾽ αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ, υἱὸς Σουσεὶ τοῦ ἐν τοῖς τρισὶν δυνατοῖς μετὰ Δαυείδ· καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνεβόησεν ἀνὴρ Ἰσραήλ. 10αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ, καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.

11καὶ μετ᾽ αὐτὸν Σαμαιὰ υἱὸς Ἀσὰ ὁ Ἁρουχαῖος· καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων. 12καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος, καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην.

13Καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ κατέβησαν εἰς Καδὼν πρὸς Δαυεὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ· καὶ τάγμα τῶν ἀλλοφύλων, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαείμ. 14καὶ Δαυεὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ. 15καὶ ἐπεθύμησεν Δαυεὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ. 16καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ τοῦ ἐν τῇ πύλῃ, καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυείδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ 17καὶ εἶπεν Ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

18καὶ Ἀβεισὰ ἀδελφὸς Ἰωάβ, υἱὸς Σαρουίας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν, καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας· καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· 19ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε.

20καὶ Βαναίας υἱὸς Ἰωδᾶε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος. 21αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν· ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας· καὶ κατέβη πρὸς αὐτὸν ἐν τῷ δόρατι καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 22ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωδᾶε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς· 23ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν, καὶ ἔταξεν αὐτὸν Δαυεὶδ εἰς τὰς ἀκοὰς αὐτοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυεὶδ βασιλέως.

24Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, οὗτος ἐν τοῖς τριάκοντα· Ἐλεανὰν υἱὸς Δουδεὶ πατραδέλφου αὐτοῦ ἐν Βαιθλέεμ· 25Σαιμὰ ὁ Ῥουδαῖος· 26Σελλὴς ὁ Κελωθεί· Εἴρας υἱὸς Εἰσκὰ ὁ Θεκωείτης· 27Ἀβειέζερ ὁ Ἀνωθείτης, ἐκ τῶν υἱῶν τοῦ Ἀνωθείτου· 28Ἐλλὼν ὁ Ἀωείτης· Νοερὲ ὁ Ἐντωφατείτης. 29Ἐσθαεὶ υἱὸς Ῥειβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμεὶν τοῦ Ἐφραθαίου· 30Ἁδαοὶ ἀπὸ χειμάρρων, [31] Γαδαβιὴλ υἱὸς τοῦ Ἀραβωθαίου. 31Ἀσβὼθ ὁ Βαρδιαμείτης· 32Ἐμασοὺ ὁ Σαλαβωνείτης· υἱοὶ Ἀσάν Ἰωναθάν· 33Σαμνὰν ὁ Ἁρωδείτης· Ἀμνὰν υἱὸς Ἀραὶ Σαραουρείτης· 34Ἀλειφάλεθ υἱὸς τοῦ Ἀσβείτου υἱὸς τοῦ Μαχαχααχεί· Ἐλιὰβ υἱὸς Ἀχειτόφελ τοῦ Γελωνείτου· 35Ἁσαραὶ ὁ Καρμήλιος τοῦ Οὐραιοερχεί· 36Γαὰλ υἱὸς Ναθὰν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδδεί· 37Ἐλειὲ ὁ Ἀμμανείτης· Γελωρὲ ὁ Βηθωραῖος αἴρων τὰ σκεύη Ἰωάβ, υἱὸς Σαρουίας· 38Εἴρας ὁ Αἰθειραῖος· Γηρὰβ ὁ Ἐθθεναῖος· 39Οὐρείας ὁ Χετταῖος· πάντες τριάκοντα καὶ ἑπτά.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Samuel 22
Top of Page
Top of Page