|
1 Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν «τῷ Θεῷ» εὐάρεστον τὴν λογικὴν λατρείαν ὑμῶν 2 καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον 3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως 4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν 5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη Romans 12:1-5, Hebrew & Greek Study Bible. Public domain.
|



