Par ▾

1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ

2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων

3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν

4 Μακάριοι οἱ πενθοῦντες Ὅτι αὐτοὶ παρακληθήσονται

5 Μακάριοι οἱ πραεῖς Ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν

6 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην Ὅτι αὐτοὶ χορτασθήσονται

7 Μακάριοι οἱ ἐλεήμονες Ὅτι αὐτοὶ ἐλεηθήσονται

8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ Ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται

9 Μακάριοι οἱ εἰρηνοποιοί Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται

10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν

11 Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ

12 χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν

Matthew 5:1-12, Hebrew & Greek Study Bible. Public domain.
Matthew 4
Top of Page
Top of Page










Copied