|
47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν 48 ὅπου Ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται 49 Πᾶς γὰρ πυρὶ ἁλισθήσεται ⧼καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται⧽ 50 καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ἐν τίνι αὐτὸ ἀρτύσετε ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις Mark 9:47-50, Hebrew & Greek Study Bible. Public domain.
|



