|
1 Ὦ ἀνόητοι Γαλάται τίς ὑμᾶς ἐβάσκανεν ⧼τῇ ἀληθείᾳ μὴ πείθεσθαι⧽ οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος 2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως 3 Οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε 4 τοσαῦτα ἐπάθετε εἰκῇ εἴ γε καὶ εἰκῇ 5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως 6 Καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην 7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ 8 προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη Galatians 3:1-9, Hebrew & Greek Study Bible. Public domain.
|



