Par 

15 καὶ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε

16 λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς ὕμνοις ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ

17 καὶ πᾶν τι ἐὰν ποιῆτε ἐν λόγῳ ἐν ἔργῳ πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ εὐχαριστοῦντες τῷ Θεῷ Πατρὶ δι’ αὐτοῦ

18 Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς ἀνῆκεν ἐν Κυρίῳ

19 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς

20 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν Κυρίῳ

21 Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυμῶσιν

22 Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλίαις ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν Κύριον

23 ἐὰν ποιῆτε ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις

24 εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας τῷ Κυρίῳ Χριστῷ δουλεύετε

25 γὰρ ἀδικῶν κομίσεται ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία

Colossians 3:15-25, Hebrew & Greek Study Bible. Public domain.
Colossians 2
Top of Page
Top of Page
Copied