|
27 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ Λέγε μοι σὺ Ῥωμαῖος εἶ Ὁ δὲ ἔφη Ναί 28 Ἀπεκρίθη δὲ ὁ χιλίαρχος Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην ὁ Δὲ Παῦλος ἔφη Ἐγὼ δὲ καὶ γεγέννημαι 29 Εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς Acts 22:27-29, Hebrew & Greek Study Bible. Public domain.
|



