1 Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν γνῶσις φυσιοῖ δὲ ἀγάπη οἰκοδομεῖ

2 εἴ τις δοκεῖ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι

3 εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ

4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς

5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί

6 ἀλλ’ ἡμῖν εἷς Θεὸς Πατήρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν καὶ εἷς Κύριος Ἰησοῦς Χριστός δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ

7 Ἀλλ’ οὐκ ἐν πᾶσιν γνῶσις τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται

8 βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ Θεῷ οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα οὔτε ἐὰν ‹μὴ› φάγωμεν περισσεύομεν

1 Corinthians 8:1-8, Hebrew & Greek Study Bible. Public domain.
1 Corinthians 7
Top of Page
Top of Page
Copied