Numbers 21
Swete's Septuagint ABP ▾  HEB ▾ 

Victory over the Canaanites

1καὶ ἤκουσεν ὁ Χανανείς, βασιλεὺς Ἀράδ, ὁ κατοικῶν κατὰ τὴν ἔρημον· ἦλθεν γὰρ Ἰσραὴλ ὁδὸν Ἀθαρείν· καὶ ἐπολέμησεν πρὸς Ἰσραήλ, καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκεν τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ· καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ, καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.

The Bronze Serpent

4Καὶ ἀπάραντες ἐξ Ὣρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5Καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες Ἵνα τί τοῦτο ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ.

6καὶ ἀπέστειλεν Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν· καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. 7καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι Ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ᾽ ἡμῶν τὸν ὄφιν. καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. 8καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου· καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. 9καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη.

The Journey to Moab

10καὶ ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ, καὶ παρενέβαλον ἐν Ὠβώθ. 11καὶ ἐξάραντες ἐξ Ὠβώθ, καὶ παρενέβαλον ἐν Χαλγαεὶ ἐκ τοῦ πέραν, ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον Μωὰβ κατὰ ἀνατολὰς ἡλίου. 12ἐκεῖθεν ἀπῆραν, καὶ παρενέβαλον εἰς φάραγγα Ζάρετ. 13ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνὼν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων· ἔστιν γὰρ Ἀρνὼν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.

14διὰ τοῦτο λέγεται ἐν βιβλίῳ Πόλεμος τοῦ κυρίου Τὴν Ζωὸβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Ἀρνών·

15καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ἤρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.

16καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο φρέαρ ὃ εἶπεν Κύριος πρὸς Μωυσῆν Συνάγαγε τὸν λαὸν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν.

17τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος Ἐξάρχετε αὐτῷ·

18φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν, ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν·

19καὶ ἀπὸ Μανθαναεὶν εἰς Μαναήλ· καὶ ἀπὸ Μαναὴλ εἰς Βαμώθ· 20καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.

The Defeat of Sihon

21Καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορραίων λόγοις εἰρηνικοῖς λέγων 22Παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου. 23καὶ οὐκ ἔδωκεν Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθεν παρατάξασθαι Ἰσραὴλ εἰς τὴν ἔρημον· καὶ ἦλθεν εἰς Εἴσσα, καὶ παρετάξατο τῷ Ἰσραήλ. 24καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρης, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνὼν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμάν· ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμών ἐστιν. 25καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας· καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων, ἐν Ἑσεβὼν καὶ ἐν πάσαις ταῖς συνκυρούσαις αὐτῇ. 26ἔστιν γὰρ Ἑσεβών, πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων ἐστιν· καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωὰβ τὸ πρότερον, καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνών.

27διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Ἑσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.

28ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἑσεβών, φλὸξ ἐκ πόλεως Σηών· καὶ κατέφαγεν ἕως Μωάβ, καὶ κατέπιεν στήλας Ἀρνών.

29Οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασώζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι, τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών.

30καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἑσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.

The Defeat of Og

31κατῴκησεν δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων. 32καὶ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς, καὶ ἐξέβαλον τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐκεῖ.

33καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς, καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδράειν. 34καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών. 35καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Numbers 20
Top of Page
Top of Page