Luke 11
Study Bible ABP ▾ 
The Lord's Prayer

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν Κύριε δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ

Εἶπεν δὲ αὐτοῖς Ὅταν προσεύχησθε λέγετε Πάτερ ⧼ἡμῶν ἐν τοῖς οὐρανοῖς⧽ ἁγιασθήτω τὸ ὄνομά σου Ἐλθέτω* βασιλεία σου ⧼Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς⧽

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν

Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν Καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ⧼ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ⧽

Ask, Seek, Knock

Καὶ εἶπεν πρὸς αὐτούς Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ Φίλε χρῆσόν μοι τρεῖς ἄρτους ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω παραθήσω αὐτῷ Κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ Μή μοι κόπους πάρεχε ἤδη θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι ἀναστὰς δοῦναί σοι Λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει

Κἀγὼ ὑμῖν λέγω αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν 10 πᾶς γὰρ αἰτῶν λαμβάνει καὶ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται 11 Τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει υἱὸς ἰχθύν καὶ* ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει 12  καὶ αἰτήσει ᾠόν ἐπιδώσει αὐτῷ σκορπίον 13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον Πατὴρ ἐξ οὐρανοῦ δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν

A House Divided

14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι 15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον* Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια 16 ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦ 17 Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται καὶ οἶκος ἐπὶ οἶκον πίπτει 18 εἰ δὲ καὶ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη πῶς σταθήσεται βασιλεία αὐτοῦ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια 19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται 20 εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς βασιλεία τοῦ Θεοῦ 21 Ὅταν ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ 22 ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν 23  μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν καὶ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει

Return of an Unclean Spirit

24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον [τότε] λέγει Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον 25 καὶ ἐλθὸν εὑρίσκει (σχολάζοντα) σεσαρωμένον καὶ κεκοσμημένον 26 τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων

True Blessedness

27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ Μακαρία κοιλία βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας 28 Αὐτὸς δὲ εἶπεν Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες

The Sign of Jonah

29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν σημεῖον ζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ 30 καθὼς γὰρ ἐγένετο (ὁ) Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον οὕτως ἔσται καὶ Υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ 31 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε 32 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε

The Lamp of the Body

33 Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν 34  λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός σου ὅταν ὀφθαλμός σου ἁπλοῦς καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν ἐπὰν δὲ πονηρὸς καὶ τὸ σῶμά σου σκοτεινόν 35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν 36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν μὴ ἔχον μέρος τι σκοτεινόν ἔσται φωτεινὸν ὅλον ὡς ὅταν λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε

Woes to Pharisees and Experts in Law

37 Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ εἰσελθὼν δὲ ἀνέπεσεν 38  δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου 39 Εἶπεν δὲ Κύριος πρὸς αὐτόν Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας 40 ἄφρονες οὐχ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν 41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν

42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι 43 Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 44 οὐαὶ ὑμῖν ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν

45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ Διδάσκαλε ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις 46  δὲ εἶπεν Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις 47 οὐαὶ ὑμῖν ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς 48 ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε 49 διὰ τοῦτο καὶ σοφία τοῦ Θεοῦ εἶπεν Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης 51 ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ναί λέγω ὑμῖν ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης 52 Οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε

53 Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων 54 ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Luke 10
Top of Page
Top of Page