Nehemiah 3
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Builders of the Walls

1Καὶ ἀνέστη Ἐλεισοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν, ἕως πύργου Ἁνανεήλ. 2καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἰερειχώ, καὶ ἐπὶ χεῖρας υἱῶν Ζαβαοὺρ υἱοῦ Ἀμαρεί.

3καὶ τὴν πύλην τὴν ἰχθυηρὰν οἰκοδόμησαν υἱοὶ Ἁσάν· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἐστέγασαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 4καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἐπὶ Ῥαμὼθ υἱοῦ Οὐρεία υἱοῦ Ἁκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδὼκ υἱὸς Βαανά. 5καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωείν, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.

6καὶ τὴν πύλην Ἰσανὰ ἐκράτησαν Ἰοειαὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βαδιά· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 7 8καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Ἁνανίας υἱὸς τοῦ Ἰωακείμ, καὶ κατέλιπον Ἰερουσαλὴμ ἕως τείχους τοῦ πλατέως. 9καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ῥαφαιά, ἄρχων ἡμίσους περιχώρου Ἰερουσαλήμ. 10καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαιὰ υἱὸς Ἑρωμάθ, καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁτοὺθ υἱὸς Ἁσβανάμ. 11καὶ δεύτερος ἐκράτησεν Μελχείας υἱὸς Ἡρὰμ καὶ Ἁσοὺβ υἱὸς Φααβμωάβ, καὶ ἕως πύργου τῶν ναθουρείμ. 12καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλοὺμ υἱὸς Ἡλειά, ἄρχων ἡμίσους περιχώρου Ἰερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.

13τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἁνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς, καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας.

14καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχειὰ υἱὸς Ῥηχάβ, ἄρχων περιχώρου Βηθαχάμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἐσκέπασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

15καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως, καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυείδ. 16ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμίας υἱὸς Ἀζαβούχ, ἄρχων περιχώρου Βησόρ, ἕως κήπου τάφου Δαυεὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαβαρείμ. 17ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευεῖται, Βασοὺθ υἱὸς Βανεί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁσαβιά, ἄρχων ἡμίσους περιχώρου Κεειλά, τῷ περιχώρῳ αὐτοῦ. 18μετ᾽ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βεδεὶ υἱὸς Ἡναδαλάτ, ἄρχων ἡμίσους περιχώρου Κεειλά. 19καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Ἄζουρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφέ, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας. 20μετ᾽ αὐτὸν ἐκράτησεν Βαροὺχ υἱὸς Ζαβοὺ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου. 21μετ᾽ αὐτὸν ἐκράτησεν Μεραμὼθ υἱὸς Οὐρεία υἱοῦ Ἁκὼβ μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισοὺβ ἕως ἐκλείψεως Βηθελεισούβ. 22καὶ μετ᾽ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες ἁχεχάρ. 23καὶ μετ᾽ αὐτὸν ἐκράτησεν Βενιαμεὶν καὶ Ἁσοὺβ κατέναντι οἴκου αὐτῶν. μετ᾽ αὐτὸν ἐκράτησεν Ἀζαριὰ υἱὸς Μαδασὴλ υἱὸς Ἀνανιὰ ἐχόμενα οἴκου αὐτοῦ. 24μετ᾽ αὐτὸν ἐκράτησεν Βανεὶ υἱὸς Ἡναδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαριὰ ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς. 25Φαλὰλ υἱοῦ Εὐεὶ ἐξ ἐναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ᾽ αὐτὸν Φαδαιὰ υἱὸς Φορός. 26καὶ οἱ Καθεινεὶμ ἦσαν οἰκοῦντες ἐν τῷ Ὦφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς· καὶ ὁ πύργος ἐξέχων. 27μετ᾽ αὐτὸν ἐκράτησαν οἱ Θεκωεὶν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους Ὄφοαλ.

28ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. 29μετ᾽ αὐτὸν Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. καὶ μετ᾽ αὐτὸν ἐκράτησεν Σαμαιὰ υἱὸς Ἐχενιά, ὁ φύλαξ οἴκου τῆς ἀνατολῆς. 30μετ᾽ αὐτὸν ἐκράτησεν Ἁνανιὰ υἱὸς Τελεμιὰ καὶ Ἁνοὺμ υἱὸς Σελὲ ἕκτος μέτρον δεύτερον. μετ᾽ αὐτὸν ἐκράτησεν Μεσουλὰμ υἱὸς Βαρχειὰ ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ. 31μετ᾽ αὐτὸν ἐκράτησεν Μελχειὰ υἱὸς τοῦ Σαραφεὶ ἕως Βηθαναθείμ, καὶ οἱ ῥοβοπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀνὰ μέσον τῆς καμπῆς. 32καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοβοπῶλαι.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Nehemiah 2
Top of Page
Top of Page