Job 15
Swete's Septuagint ABP ▾  HEB ▾ 

Eliphaz: Job Does Not Fear God

1Ὑπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει

2Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος, καὶ ἐνέπλησεν πόνον γαστρός,

3ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, ἐν λόγοις οἷς οὐδὲν ὄφελος;

4οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;

5ἔνοχος εἶ ῥήμασιν στόματός σου, οὐδὲ διέκρινας ῥήματα δυναστῶν·

6ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου.

7τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης; ἢ πρὸ θινῶν ἐπάγης;

8ἢ σύνταγμα Κυρίου ἀκήκοας; εἰς δὲ σὲ ἀφίκετο σοφία;

9τί γὰρ οἶδας ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις ὃ οὐ καὶ ἡμεῖς;

10καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις.

11ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας.

12τί ἐτόλμησεν ἡ καρδία σου; ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου,

13ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;

14τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;

15εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.

16ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.

17ἀναγγελῶ δέ σοι, ἄκουέ μου, ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι,

18ἃ σοφοὶ ἐροῦσιν, οὐκ ἔκρυψαν πατέρας αὐτῶν·

19αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾽ αὐτούς.

20πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,

21ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή.

22μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,

23κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ αὐτὸν σκοτινὴ στροβήσει,

24ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων·

25ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου, ἔναντι δὲ Κυρίου Παντοκράτορος ἐτραχηλίασεν,

26ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει, ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ·

27ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ, καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.

28αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.

29οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν,

30οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.

31μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ·

32ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·

33τρυγηθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.

34μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.

35ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Job 14
Top of Page
Top of Page