Isaiah 65
Swete's Septuagint ABP ▾  HEB ▾ 

Judgments and Promises

1Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι, τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.

2ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ ἀλλ᾽ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.

3ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν,

4ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια, οἱ ἔσθοντες κρέας ὕειον καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν,

5οἱ λέγοντες Πόρρω ἀπ᾽ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.

6ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν

7τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.

8Οὕτως λέγει Κύριος Ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι, καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας.

9καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ.

10καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με.

11ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἐτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,

12ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.

13Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε·

14ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.

15καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος. τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν,

16ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν. ἐπιλήσονται γὰρ τὴν θλίψιν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.

New Heavens and Earth

17Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,

18ἀλλ᾽ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην.

19καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλήμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ καὶ φωνὴ κραυγῆς,

20οὐδ᾽ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται.

21καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν·

22οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται. κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.

23οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενόν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ θεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾽ αὐτῶν.

24καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ὑπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν; 25τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Isaiah 64
Top of Page
Top of Page