2 Samuel 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

David Learns of Saul's Death

1ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαούλ, καὶ Δαυεὶδ ἀνέστρεψεν τύπτων τὸν Ἀμαλήκ· καὶ ἐκάθισεν Δαυεὶδ ἐν Σεκελὰκ ἡμέρας δύο. 2καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυεὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 3καὶ εἶπεν αὐτῷ Δαυείδ Πόθεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτόν Ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωμαι. 4καὶ εἶπεν αὐτῷ Δαυείδ Τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι Ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ ἀπέθανεν καὶ Σαούλ, καὶ Ἰωναθὰν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν. 5καὶ εἶπεν Δαυεὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέθνηκεν Σαοὺλ καὶ Ἰωναθὰν ὁ υἱὸς αὐτοῦ; 6καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσαν ἐν τῷ ὄρει τῷ Γελβοῦε, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. 7καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ, καὶ εἶδεν καὶ ἐκάλεσέν με, καὶ εἶπα Ἰδοὺ ἐγώ. 8καὶ εἶπέν μοι Τίς εἶ σύ; καὶ εἶπα Ἀμαληκείτης ἐγώ εἰμι. 9καὶ εἶπεν πρὸς μέ Στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. 10καὶ ἐπέστην ἐπ᾽ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλίδωνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.

11καὶ ἐκράτησεν Δαυεὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 12καὶ ἐκόψαντο καὶ ἐνήστευσαν καὶ ἔκλαυσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ. 13καὶ εἶπεν Δαυεὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκείτου ἐγώ εἰμι. 14καὶ εἶπεν αὐτῷ Δαυείδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; 15καὶ ἐκάλεσεν Δαυεὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανεν. 16καὶ εἶπεν Δαυεὶδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐθανάτωσα τόν χριστὸν Κυρίου.

David's Song for Saul and Jonathan

17Καὶ ἐθρήνησεν Δαυεὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ, 18καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.

19Στήλωσον, Ἰσραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί.

20μὴ ἀναγγείλητε ἐν Γέθ, καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος· μή ποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων.

21ὄρη τὰ ἐν Γελβοῦε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ᾽ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν· ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν· θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ.

22ἀφ᾽ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν, τόξον Ἰωναθὰν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψεν κενή.

23Σαοὺλ καὶ Ἰωναθάν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι· εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν. ὑπὲρ ἀετοὺς κοῦφοι, καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.

24θυγατέρες Ἰσραήλ, ἐπὶ Σαοὺλ κλαύσατε· κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.

25πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ἰωναθάν, ἐπὶ τὰ ὕψη σου τραυματίαι.

26ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου Ἰωναθάν· ὡραιώθης μοι σφόδρα. ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.

27πῶς ἔπεσαν δυνατοί, καὶ ἀπώλοντο σκεύη πολεμικά.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 31
Top of Page
Top of Page