1 Chronicles 4
Swete's Septuagint ABP ▾  HEB ▾ 

Descendants of Judah

1Καὶ υἱοὶ Ἰούδα· Φάρες, Ἁρσὼν καὶ Χαρμεὶ καὶ Ὥρ, Σουβάλ, 2καὶ Ῥαδὰ υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησεν τὸν Ἴεθ, καὶ Ἴεθ ἐγέννησεν τὸν Ἀχειμεὶ καὶ τὸν Λάαθ· αὗται αἱ γενέσεις τοῦ Ἀραθεί. 3καὶ οὗτοι υἱοὶ Αἰτάν· Ἀζραὴλ καὶ Ῥαγμὰ καὶ Ἰαβάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἑσηλεββών. 4καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὡσάν· οὗτοι υἱοὶ Ὣρ τοῦ πρωτοτόκου Ἐφράθα πατρὸς Βαιθλάδεν. 5καὶ τῷ Σαρὰ πατρὶ Θεκῶε ἦσαν δύο γυναῖκες, Ἁωδὰ καὶ Θοαδά. 6καὶ ἔτεκεν αὐτῷ Ἁωδὰ τὸν Ὠχαιὰ καὶ τὸν Ἡφὰλ καὶ τὸν Θαιμὰν καὶ τὸν Ἀσηράν· πάντες οὗτοι υἱοὶ Ἁώδας. 7καὶ υἱοὶ Λοάδας· Ἄρεθ καὶ Σάαρ καὶ Σεννών. 8καὶ Κῶε ἐγέννησεν τὸν Ἐννὼν καὶ τὸν Σαβαθά, καὶ γεννήσεις ἀδελφοῦ Ῥηχὰβ υἱοῦ Ἱαρείμ.

The Prayer of Jabez

9Καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα Ἔτεκον ὡς γάβης. 10καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν θεὸν Ἰσραὴλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με, καὶ πληθύνῃς τὰ ὅριά μου, καὶ ἦν ἡ χείρ σου μετ᾽ ἐμοῦ, καὶ ποιήσῃς γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ᾐτήσατο.

More Descendants of Judah

11Καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησεν τὸν Μαχείρ· οὗτος πατὴρ Ἀσσαθών. 12ἐγέννησεν τὸν Βαθραίαν καὶ τὸν Βεσσῆε καὶ τὸν Θαιμάν, πατέρα πόλεως Ναὰς ἀδελφοῦ Ἐσελὼν τοῦ Χενεζεί· οὗτοι ἄνδρες Ῥηχάβ.

13καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραιά. καὶ υἱοὶ Γοθονιήλ· Ἁθάθ. 14καὶ Μαναθεὶ ἐγέννησεν τὸν Γοφερά. καὶ Σαραιὰ ἐγέννησεν τὸν Ἰωβὰβ πατέρα Ἀγεαδδαείρ, ὅτι τέκτονες ἦσαν. 15καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννή· Ἤρ, Ἀδαὶ καὶ Νόομ. καὶ υἱοὶ Ἀδά· Κενέζ. 16καὶ υἱὸς αὐτοῦ Γεσεὴλ, Ἀμηαχεὶ καὶ Ζαφὰ καὶ Ζαιρὰ καὶ Ἰσεραήλ. 17καὶ υἱοὶ Ἐσρεί· Ἰεθερεί, Πῶραδ καὶ Ἄφερ καὶ Ἀμών. καὶ ἐγέννησεν Ἰέθερ τὸν Μαιὼν καὶ τὸν Σεμὲν καὶ τὸν Μαρὲθ πατέρα Ἐσθαιμών. 18καὶ ἡ γυνὴ αὐτοῦ, αὕτη Ἁδειά, ἔτεκεν τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἁβεισὰ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών· καὶ οὗτοι υἱοὶ Γελιὰ θυγατρὸς Φαραὼ ἣν ἔλαβεν Νωρωήλ. 19καὶ υἱοὶ γυναικὸς τῆς Ἱδουίας ἀδελφῆς Νάχεθ καὶ Δαλειλὰ πατὴρ Κεειλά, καὶ Σεμεγὼν πατὴρ Ἰωμάν, καὶ Μαναὴμ πατρὸς Κεειλὰ Ἁταμεὶ καὶ Ἐσθαιμωνὴ Νωχαθεί. 20καὶ υἱοὶ Σεμιών· Ἀμνὼν καὶ Ἀνὰ υἱὸς Φανὰ καὶ Ἰνών. καὶ υἱοὶ Σεεὶ· Ζωάν. καὶ υἱοὶ Ζωάβ,

The Sons of Shelah

21υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα, Ἢρ πατὴρ Ληχά, καὶ Μαδὰθ πατὴρ Μαιχά· καὶ γενέσεις οἰκιῶν ἐφρὰθ ἁβὰκ τῷ οἴκῳ Ἐσοβά· 22καὶ Ἰωακεὶμ καὶ ἄνδρες Σωχηθὰ Ἰωαδὰ καὶ Σαιά, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἁβεδηρεὶν ἀθουκιείν. 23οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀζαεὶμ καὶ Γαβαηρὰ μετὰ τοῦ βασιλέως· ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.

The Descendants and Cities of Simeon

24Υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμείν, Ἰαρείν, Ζάρες, Σαούλ· 25Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, 26Σεμεεὶ υἱὸς αὐτοῦ. 27τῷ Σεμεεὶ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα. 28καὶ κατῴκησαν ἐν Βηρσάβεε καὶ Σάμα καὶ Μωαλδὰ καὶ Ἑσηρεουλάβ· 29Ἀβελλὰ καὶ Βοόσαλ καὶ Θουλάεμ 30καὶ Βαθοὺν καὶ Ἑρμὰ καὶ Ὠκλὰ 31καὶ Βαιθμαρειμὼθ καὶ Ἡμισυσεσορὰμ καὶ οἶκον Βραουμσεωρείμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυείδ. 32καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ Ῥεμμὼν καὶ Θόκκα καὶ Αἰσάρ, πόλεις πέντε. 33καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάλατ· αὕτη κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν.

34καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσειὰ υἱὸς Ἀμασειὰ 35καὶ Ἰωήλ· καὶ οὗτος υἱὸς Ἰσαβιὰ υἱὸς Σαρααὺ υἱὸς Ἀσιήλ· 36καὶ Ἐλιωναὶ καὶ Ἰωκάβα καὶ Ἰασουιὰ καὶ Ἀσιὰ υἱοὶ Ἀωσὰλ υἱοῦ Σαφὰλ 37υἱοῦ Ἀμὼν υἱοῦ Ἰδιὰ υἱοῦ Σαμὰρ υἱοῦ Συμεών. 38οὗτοι οἱ διελόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος.

Their Conquest of Gedor

39Καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαί, τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν. 40καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς· καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν, καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. 41καὶ ἤλθοσαν οὗτοι γεγραμμένοι ἐπ᾽ ὀνόματος ἐν ἡμέραις Ἑζεκίου βασιλέως Ἰούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· καὶ ᾤκησαν ἀντ᾽ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. 42καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηεὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττειὰ καὶ Νωαδειὰ καὶ Ῥαφαιὰ καὶ Ὀζειὴλ υἱοὶ Ἰεσθὲν ἄρχοντες αὐτῶν· 43καὶ ἐπάταξαν τούς καταλειφθέντας τοὺς καταλοίπους τοῦ Ἀμαλὴκ ἕως τῆς ἡμέρας ταύτης.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 3
Top of Page
Top of Page